Παρασκευή, 29 Νοεμβρίου 2013

Πέμπτη, 28 Νοεμβρίου 2013

«Δίκασον, Κύριε, τούς ἀδικοῦντας με πολέμησον τούς πολεμοῦντας με.» (Ψαλμ. 34)


1. Δίκασον, Κύριε, τούς ἀδικοῦντας με, πολέμησον τούς πολεμοῦντάς με.
 
2. ἐπιλαβοῦ ὅπλου καί θυρεοῦ καί ἀνάστηθι εἰς τήν βοήθειάν μου,
 
3. ἔκχεον ρομφαίαν καί σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· σωτηρία σού εἰμι ἐγώ.

4. αἰσχυνθήτωσαν καί ἐντραπήτωσαν οἱ ζητοῦντες τήν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τά ὀπίσω καί καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.

5. γενηνηθήτωσαν ὡσεί χνοῦς κατά πρόσωπον ἀνέμου, καί ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·

6. γενηθήτω ἡ ὁδός αὐτῶν σκότος καί ὀλίσθημα, καί ἄγγελος Κυρίου καταδιώκων αὐτούς·

7. ὅτι δωρεάν ἔκρυψάν μοι διαφθοράν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τήν ψυχήν μου.

8. ἐλθέτω αὐτῷ παγίς, ἥν οὐ γινώσκει, καί ἡ θήρα, ἥν ἔκρυψε, συλλαβέτω αὐτόν, καί ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.

9. ἡ δέ ψυχή μου ἀγαλλιάσεται ἐπί τῷ Κυρίῳ τερφθήσεται ἐπί τῷ σωτηρίῳ αὐτοῦ.

10. πάντα τά ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ρυόμενος πτωχόν ἐκ χειρός στερεωτέρων αὐτοῦ καί πτωχόν καί πένητα ἀπό τῶν διαρπαζόντον αὐτόν.

11. ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἅ οὐκ ἐγίνωσκον, ἐπηρώτων με.

12. ἀνταπεδίδοσάν μοι πονηρά ἀντί ἀγαθῶν καί ἀτεκνίαν τῇ ψυχῇ μου.

13. ἐγώ δέ ἐν τῷ αὐτούς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καί ἐταπείνουν ἐν νηστείᾳ τήν ψυχήν μου καί ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.

14. ὥς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν· ὡς πενθῶν καί σκυθρωπάζων, οὔτως ἐταπεινούμην.

15.καί κατ᾿ ἐμοῦ εὐφράνθησαν καί συνήχθησαν, συνήχθησαν· ἐπ᾿ ἐμέ μάστιγες, καί οὐκ ἔγνων,
διεσχίσθησαν καί οὐ κατενύγησαν.

16. ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ᾿ ἐμέ τούς ὀδόντας αὐτῶν.

17. Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τήν ψυχήν μου ἀπό τῆς κακουργίας αὐτῶν, ἀπό λεόντων τήν μονογενῆ μου.

18. ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ ἐν λαῷ βαρεῖ αἰνέσω σε.

19. μή ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντες με δωρεάν καί διανεύοντες ὀφθαλμοῖς.

20. ὅτι ἐμοί μέν εἰρηνικά ἐλάλουν καί ἐπ᾿ ὀργήν δόλους διελογίζοντο.

21. καίἐπλάτυναν ἐπ᾿ ἐμέ τό στόμα αὐτῶν, εἶπον· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοί ἡμῶν.

22. εἶδες, Κύριε, μή παρασιωπήσῃς Κύριε, μή ἀποστῇς ἀπ᾿ ἐμοῦ·

23. ἐξεγέρθητι, Κύριε, καί πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καί ὁ Κύριός μου, εἰς τήν δίκην μου.

24. κρῖνόν μέ, Κύριε, κατά τήν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καί μή ἐπιχαρείησάν μοι.

25. μή εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν· μηδέ εἴποιεν· κατεπίομεν αὐτόν.

26. αἰσχυνθείησαν καί ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καί ἐντροπήν οἱ μεγαλορρημονοῦντες ἐπ᾿ ἐμέ.

27. ἀγαλλιάσθωσαν καί εὐφρανθήτωσαν οἱ θέλοντες τήν δικαιοσύνην μου καί εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τήν εἰρήνην τοῦ δούλου αὐτοῦ.

28. καί ἡ γλῶσσά μου μελετήσει τήν δικαιοσύνην σου, ὅλην τήν ἡμέραν τόν ἔπαινόν σου.
ΠΗΓΗ : agios.dimitrios.kouvaras.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου